Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.9 Joseph. AJ 2.14 (English) >>Joseph. AJ 2.19

2.12οἱ δὲ συνέντες ἰσχὺν αὐτῷ καὶ μέγεθος πραγμάτων τὴν ὄψιν προλέγουσαν καὶ κατʼ αὐτῶν τὴν ἐξουσίαν ἐσομένην τῷ μὲν Ἰωσήπῳ τούτων οὐδὲν ὡς οὐ γνώριμον αὐτοῖς τὸ ὄναρ ὂν διεσάφησαν, ἀρὰς δʼ ἐποιήσαντο μηδὲν εἰς τέλος αὐτῷ παρελθεῖν ὧν ὑπενόουν καὶ πρὸς αὐτὸν ἔτι μᾶλλον ἀπεχθῶς ἔχοντες διετέλουν. 2.13

Τῷ δὲ παρʼ αὐτῶν φθόνῳ προσφιλονικῆσαν τὸ θεῖον δευτέραν ὄψιν ἐπιπέμπει τῷ Ἰωσήπῳ πολὺ τῆς προτέρας θαυμασιωτέραν. τὸν ἥλιον γὰρ ἔδοξε τὴν σελήνην παραλαβόντα καὶ τοὺς λοιποὺς ἀστέρας ἐπὶ τὴν γῆν κατελθεῖν καὶ προσκυνεῖν αὐτόν. 2.14ταύτην τὴν ὄψιν τῷ πατρὶ μηδὲν παρὰ τῶν ἀδελφῶν κακόηθες ὑφορώμενος καὶ τούτων παρατυγχανόντων διεσάφησε, τί καὶ βούλεται σημαίνειν φράσαι παρακαλῶν. 2.15 δὲ ἡσθεὶς τῷ ὀνείρατι, τὴν γὰρ πρόρρησιν αὐτοῦ τῇ διανοίᾳ συλλαβὼν καὶ μετὰ σοφίας οὐκ ἀσκόπως εἰκάσας ἔχαιρεν ἐπὶ μεγάλοις τοῖς σημαινομένοις, εὐδαιμονίαν τῷ παιδὶ κατήγγελλε καὶ καιρὸν ἥξειν θεοῦ δόντος, καθʼ ὃν αὐτὸν ὑπό τε τῶν γονέων καὶ τῶν ἀδελφῶν ἔσεσθαι τίμιον καὶ προσκυνήσεως ἄξιον, 2.16τὴν μὲν σελήνην καὶ τὸν ἥλιον μητρὶ καὶ πατρί, τῆς μὲν αὐξούσης ἅπαντα καὶ τρεφούσης τοῦ δʼ ἐκτυποῦντος καὶ τὴν ἄλλην ἰσχὺν ἐντιθέντος εἰκάζων, τοὺς δʼ ἀστέρας τοῖς ἀδελφοῖς· καὶ γὰρ τούτους ἕνδεκα εἶναι καθάπερ καὶ τοὺς ἀστέρας ἀπό τε ἡλίου καὶ σελήνης τὴν ἰσχὺν λαμβάνοντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.9 Joseph. AJ 2.14 (English) >>Joseph. AJ 2.19

Powered by PhiloLogic